Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.396 Joseph. AJ 16.401 (English) >>Joseph. AJ 16.404

16.399τῶν δὲ ἄλλων δύο τὸν μὲν ἀπὸ τῶν παίδων μέμψαιτʼ ἄν τις αἰτίαν ὑπό τε αὐθαδείας νεωτερικῆς καὶ βασιλικῆς οἰήσεως, ὅτι καὶ διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ διʼ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν. 16.400 μέντοι πατὴρ οὐδʼ ἐντροπῆς ἄξιος ἔοικεν φαίνεσθαι τοῦ περὶ ἐκείνους ἀσεβήματος, ὃς οὔτε πίστιν ἐπιβουλῆς ἐναργῆ λαβὼν οὔτε παρασκευὴν ἐπιχειρήσεως ἐλέγχειν ἔχων ἐτόλμησεν ἀποκτεῖναι τοὺς ἐξ αὐτοῦ φύντας, ἀρίστους μὲν τὰ σώματα καὶ περιποθήτους πᾶσιν τοῖς ἀλλοτρίοις, οὐκ ἀποδέοντας δὲ ἐν τοῖς ἐπιτηδεύμασιν, εἴ που θηρᾶν γυμνάζεσθαι τὰ πολέμων λέγειν ὑπὲρ τῶν ἐμπεσόντων ἔδει. 16.401τούτων γὰρ ἁπάντων μετεῖχον, Ἀλέξανδρος δὲ καὶ μᾶλλον πρεσβύτερος· ἤρκει γάρ, εἰ καὶ κατέγνω, καὶ ζῶντας ὅμως ἐν δεσμοῖς ξενιτεύοντας ἀπὸ τῆς ἀρχῆς ἔχειν μεγάλην ἀσφάλειαν αὐτῷ περιβεβλημένῳ τὴν Ῥωμαίων δύναμιν, διʼ ἣν οὐδὲν οὐδʼ ἐξ ἐφόδου καὶ βίας παθεῖν ἐδύνατο. 16.402τὸ δʼ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν. 16.403 γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι· ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλʼ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.396 Joseph. AJ 16.401 (English) >>Joseph. AJ 16.404

Powered by PhiloLogic